Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἔνθα δὴ χρόνου
προϊόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη,
πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα
ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν.
τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι,
ἡ Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον: καὶ
ὁ μὲν παραχρῆμα ἐτεθνήκει, ἡ δὲ ἄρα ἐννοηθεῖσα ὡς
δεινὸν ἔργον δεδράκοι, καὶ ἄλλως δὲ καομένη σφοδρῷ
ἔργον τοῦ παιδός, ἀναρτᾷ ἑαυτήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.