[p. 16]
αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ
κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί,
ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας:
γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι
Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος.
βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον
καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά:
ἔνθ̓ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων.
αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα,
Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου
παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν
γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς
οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ
ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι
καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι: λέγει
δὲ ἔπεσι τοῖσδε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.