previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε βψβλιδε

περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι: λέγει δὲ ἔπεσι τοῖσδε:

αὐτὰρ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ
κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί,
οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας:
γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι
Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος.
βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον
καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά:
ἔνθ̓ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων.
αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα,
Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον.
[p. 16] [2] οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακοῦ προελθοῦσαν: ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηίς, πόλιν τε κτίσαι τὴν ἀπ̓ αὐτοῦ κληθεῖσαν Καῦνον: τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παῤ ἡμῖν οὕτως:

δ̓ ὅτε δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω,
κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ̓ ἐνὶ βήσσῃς
Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν:
καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην
ἁψαμένη, δειρὴν ἐνεθήκατο, ταὶ δ̓ ἐπ̓ ἐκείνῃ
βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο.
φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: