previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε λευξονε

Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. Ἦν δὲ φιλοκύνηγος: καὶ μεθ̓ ἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθ̓ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι. [2] δὲ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, τι ποιῶν ἥδοιτο τῇ κατ̓ ὄρος διαίτῃ: αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη [p. 15] κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει. [3] Αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε: [4] Κυάνιππος δέ, ὡς ἐπελθὼν κατέλαβε λελωβημένην τὴν Λευκώνην, μεγάλου τε ἄχους ἐπληρώθη, καὶ ἀνακαλεσάμενος τοὺς ἀμφ̓ αὑτόν, ἐκείνην μὲν πυρὰν νηήσας ἐπέθετο, αὐτὸς δὲ πρῶτον μὲν τὰς κύνας ἐπικατέσφαξε τῇ πυρᾷ, ἔπειτα δὲ πολλὰ ἀποδυράμενος τὴν παῖδα διεχρήσατο ἑαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: