previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄτταλος δὲ Αἰγύπτιος ἐνίκησεν ἐν Πλαταίᾳ ἐς δεύτερον ἆθλον τοῦ γυμναστοῦ ἐπιῤῥώσαντος, κειμένου παρ᾽ αὐτοῖς νόμου δημοσίᾳ ἀποθνήσκειν τὸν μετὰ νίκην ἡττώμενον ἔκκριτόν τε νομίζεσθαι πρότερον ἐγγυητὰς καταστῆσαι τοῦ σώματος. οὐδενὸς δὲ ἐγγυωμένου τὸ οὕτω μέγα ὑπέθηκεν ἑαυτὸν γυμναστὴς τῷ νόμῳ καὶ τὸν ἀθλητὴν ἐπέῤῥωσεν ἐς νίκην δευτέραν: τοῖς γὰρ ἅπτεσθαι διανοουμένοις ἔργου μείζονος εὔελπι, οἶμαι, τὸ μὴ ἀπιστεῖσθαι. ἐπεὶ δὲ ἐπιῤῥεῖ τῶν τοιούτων ὄχλος ἐγκαταμιγνύντων ἡμῶν παλαιοῖς νέα, σκεψώμεθα τὸν γυμναστὴν αὐτόν, ὁποῖός τις ὢν καὶ ὁπόσα εἰδὼς τῷ ἀθλητῇ ἐφεστήξει. ἔστω δὴ γυμναστὴς μήτε ἀδολέσχης, μήτε ἀγύμναστος τὴν γλῶτταν, ὡς μήτε ἐκλύοιτο ὑπὸ τῆς ἀδολεσχίας τὸ ἔνεργον τῆς τέχνης, μήτε ἀγροικότερον φαίνοιτο μὴ ξὺν λόγῳ δρώμενον, φυσιογνωμονικήν τε ἐπεσκέφθω πᾶσαν. τουτὶ δὲ κελεύω διὰ τόδε: παῖδα ἀθλητὴν Ἑλλανοδίκης μέν τις Ἀμφικτύων κρίνουσιν ἀπὸ τῶν τοιῶνδε: εἰ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: