previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν ἐπιστολικὸν χαρακτῆρα τοῦ λόγου μετὰ τοὺς παλαιοὺς ἄριστά μοι δοκοῦσι διεσκέφθαι φιλοσόφων [p. 258] μὲν Τυανεὺς καὶ Δίων, στρατηγῶν δὲ Βροῦτος ὅτῳ Βροῦτος ἐς τὸ ἐπιστέλλειν ἐχρῆτο, βασιλέων δὲ θεσπέσιος Μάρκος ἐν οἷς ἐπέστελλεν αὐτός, πρὸς γὰρ τῷ κεκριμένῳ τοῦ λόγου καὶ τὸ ἑδραῖον τοῦ ἤθους ἐντετύπωτο τοῖς γράμμασι, ῥητόρων δὲ ἄριστα μὲν Ἡρώδης Ἀθηναῖος ἐπέστελλεν, ὑπεραττικίζων δὲ καὶ ὑπερλαλῶν ἐκπίπτει πολλαχοῦ τοῦ πρέποντος ἐπιστολῇ χαρακτῆρος. δεῖ γὰρ φαίνεσθαι τῶν ἐπιστολῶν τὴν ἰδέαν ἀττικωτέραν μὲν συνηθείας, συνηθεστέραν δὲ ἀττικίσεως καὶ συγκεῖσθαι μὲν πολιτικῶς, τοῦ δὲ ἁβροῦ μὴ ἀπᾴδειν. ἐχέτω δὲ τὸ εὔσχημον ἐν τῷ μὴ ἐσχηματίσθαι, εἰ γὰρ σχηματιοῦμεν, φιλοτιμεῖσθαι δόξομεν, φιλοτιμία δὲ ἐν ἐπιστολῇ μειρακιῶδες. κύκλον δὲ ἀποτορνεύειν ἐν μὲν ταῖς βραχυτέραις τῶν ἐπιστολῶν ξυγχωρῶ, ἵνα τούτῳ γοῦν βραχυλογία ὡραίζοιτο ἐς ἄλλην ἠχὼ πᾶσα στενὴ οὖσα, τῶν δὲ ἐς μῆκος προηγμένων ἐπιστολῶν ἐξαιρεῖν χρὴ κύκλους, ἀγωνιστικώτερον γὰρ κατὰ ἐπιστολὴν τοῦτο, πλὴν εἰ μή που ἐπὶ τελευτῆς τῶν ἐπεσταλμένων ξυλλαβεῖν δέοι τὰ προειρημένα ξυγκλεῖσαι τὸ ἐπὶ πᾶσι νόημα. σαφήνεια δὲ ἀγαθὴ μὲν ἡγεμὼν ἅπαντος λόγου, μάλιστα δὲ ἐπιστολῆς: καὶ γὰρ διδόντες καὶ δεόμενοι καὶ ξυγχωροῦντες καὶ μὴ καὶ καθαπτόμενοι καὶ ἀπολογούμενοι καὶ ἐρῶντες ῥᾷον πείσομεν, ἢν σαφῶς ἑρμηνεύσωμεν: σαφῶς δὲ ἑρμηνεύσομεν καὶ ἔξω εὐτελείας, ἢν τῶν νοηθέντων τὰ μὲν κοινὰ καινῶς φράσωμεν, τὰ δὲ καινὰ κοινῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: