previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ζ

ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ: καὶ [p. 227] μὴν καὶ αὐτὸς Ἔρως γυμνός ἐστι καὶ αἱ Χάριτες καὶ οἱ ἀστέρες. ὁρῶ δὲ ἐγὼ τὸν Ἡρακλέα ἐν ταῖς γραφαῖς δορὰν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ χαμαὶ καθεύδοντα, τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι δισκεύοντα τοξεύοντα τρέχοντα, οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τῷ πολλῷ χρυσίῳ περιβαλλόμενοι: τοιγαροῦν ἔπασχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικώμενοι. ἦν πτωχὸς Σωκράτης, ἀλλ᾽ ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ πλούσιος Ἀλκιβιάδης. ἄπιδε πρὸς τὸ θέατρον: πενήτων δῆμος. ἄπιδε πρὸς τὰ δικαστήρια: πένητες κάθηνται. ἄπιδε ἐπὶ τὰς μάχας: οἱ μὲν πολυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις, ἡμεῖς δὲ ἀριστεύομεν. ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον: ὑβρίζει τὸν πεισθέντα πλούσιος ὡς ἐωνημένος, πένης οἶδε χάριν ὡς ἐλεούμενος. πάλιν λαμπρὸς τὸ πεπραγμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως, δὲ πένης ἐς τὴν τοῦ δόντος φιλανθρωπίαν. πλούσιος ἄγγελον πέμπει κόλακα καὶ παράσιτον, μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, πένης δὲ ἑαυτόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; πλούσιος καλεῖ [p. 228] σε ἐρώμενον, ἐγὼ δὲ κύριον: ἐκεῖνος ὑπηρέτην, ἐγὼ δὲ θεόν: ἐκεῖνος μέρος τῶν αὑτοῦ κτημάτων, ἐγὼ δὲ πάντα, ὅθεν ἄλλου πάλιν ἐρασθεὶς ὅμοιος πρὸς ἐκεῖνον ἔσται, πένης δὲ ἅπαξ ἐρᾷ. τίς δύναται παραμεῖναι νοσοῦντι; τίς αὑτὸν προτάξαι πεμπομένου βέλους; τίς ὑπὲρ σοῦ πεσεῖν; φιλία. ἐν τούτοις πᾶσι πλουτῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: