previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νθ

ἐχθὲς συγκλείσας τὰ βλέφαρα ὅσον ἡσυχῆ σκαρδαμύξαι πολὺν ἡγούμην τὸν χρόνον: ἀμέλει τοῖς ὀφθαλμοῖς ὡς ἀνεράστοις ἐνεκάλουν: ‘τί δὴ αὐτῆς ἐπελάθεσθε; τί δὲ τὴν φρουρὰν ἐξελίπετε; ποῦ δέ ἐστι καὶ τί γέγονε; κἂν τοῦτο αὐτὸ μηνύσατε.’ νομίσας δὲ ἀκούειν ἀπῆλθον ἔνθα σε ὄψεσθαι ᾠόμην καὶ τοῦτο ἐκεῖνο ἐζήτουν ὡς ἡρπαγμένην. τί οὖν μέλλω ποιεῖν, ἐὰν ἐξελάσῃς ἐς ἀγρόν, ὡς πέρυσι, καὶ πολλῶν ἡμερῶν τὰς ἐν ἄστει διατριβὰς καταλίπῃς; ἡγοῦμαι ἀναγκαῖον σαφῶς ἀπολωλέναι μηδὲν [p. 253] ἔχοντα ἡδὺ μήτε ἀκούειν μήτε ὁρᾶν. ἐγὼ μὲν γὰρ ἕψεσθαί σοι νομίζω τὴν πόλιν ἐξιούσῃ καὶ αὐτοὺς τοὺς ἐν ἄστει θεοὺς ἑλκομένους ὑπὸ τῆς θέας. τί γὰρ ἐνταῦθα μόνοι ποιοῦσιν; εἰ δὲ κἀκεῖνοι κατὰ χώραν μενοῦσιν, ἀλλ᾽ ἔγωγε οὐκ ἀπολειφθήσομαι τοῦ Ἔρωτος ἐφόλκιον: εἰ δὲ καὶ σκάπτειν δέοι, λήψομαι τὴν δίκελλαν, εἴτε κλᾶν, θεραπεύσω τὰς ἀμπέλους, εἴτε ἐπάγειν λαχάνοις ὕδωρ, ὁδοποιήσω τὸν δρόμον. τίς γὰρ οὕτω τυφλὸς ποταμός, ὡς σὴν γῆν μὴ γεωργεῖν; ἓν ἐξόμνυμαι τῶν ἐν ἀγροῖς εἰθισμένων, ἀμέλγειν γάλα. μόνων ἡδέως τῶν σῶν μαστῶν ἅπτομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: