previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λθ

μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλ᾽ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλ᾽ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλ᾽ οὐ δικαίως, ἔφευγε καὶ Θεμιστοκλῆς, ἀλλ᾽ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλ᾽ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφ᾽ ἡλίῳ ἐλαύνηται, καὶ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος, καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διόνυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας [p. 247] ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς: ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: