previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λς

μὴ ὑποδήσῃ ποτέ, μηδὲ κρύψῃς τὰ σφυρὰ [p. 244] ἐψευσμένοις καὶ δολεροῖς δέρμασιν, ὧν ἀπατηλὸν τὸ κάλλος ἐν τῇ βαφῇ. εἰ μὲν γὰρ λευκὸν φοροίης, συγχεῖς τὴν τῶν ποδῶν λευκότητα, τὸ γὰρ ὅμοιον ἐν τῷ ὁμοίῳ οὐ φαίνεται, εἰ δὲ ὑακίνθινον, τῷ μέλανι λυπεῖς, εἰ δὲ φοινικοβαφῆ, φοβεῖς, ὡς ρέοντος ἐκεῖθέν ποθεν αἵματος. εἰ δέ σου καὶ τὰ ἄλλα πάντα ἐφαίνετο, καὶ πολὺ κρείττων ἂν ἦς, ἐμπίπτουσα ὅλη ταῖς τῶν ὁρώντων θήραις. ἀλλὰ τῶν μὲν ἄλλων μερῶν ποιοῦ τινα, εἰ θέλεις, φειδὼ καὶ μήτε σκέπης αὐτοῖς φθονήσῃς, μήτε προβλημάτων τῶν ἀναγκαίων, τοὺς δὲ πόδας κατάλιπε γυμνοὺς ὡς δειρήν, ὡς παρειάς, ὡς κόμας, ὡς καὶ ῥῖνα καὶ ὄμματα, ὅπου μὲν γάρ τι ἡμαρτήθη τῇ φύσει, σοφισμάτων δεῖ πρὸς τὴν βλάβην, ἵνα κρύψῃ τὸ ἐλλιπὲς τέχνη, ὅπου δὲ ἀρκεῖ τὸ κάλλος ἐπιδείξει οἰκείᾳ, περιττὰ τὰ φάρμακα. θάρσησον σεαυτῇ καὶ πίστευσον τοῖς ποσί: τούτων φείσεται καὶ πῦρ, τούτων καὶ θάλαττα, κἂν ποταμὸν θελήσῃς περᾶσαι, στήσεται, κἂν κρημνοὺς ὑπερβῆναι, λειμῶνας δόξεις πατεῖν. οὕτω καὶ τὴν Θέτιν ἀργυρόπεζαν εἶπεν πάσας ἀκριβῶς εἰδὼς τὰς κάλλους ὑπεροχάς, οὕτω καὶ τὴν Ἀφροδίτην γράφουσιν οἱ ζωγράφοι τὴν ἀνασχοῦσαν ἐκ τῆς θαλάττης. μὴ βασάνιζε, καλή, τὼ πόδε, μηδὲ κρύπτε οὐδὲν ἔχοντας τοῦ λαθεῖν ἄξιον, ἀλλὰ βάδιζε μαλακῶς καὶ κατάλειπε σεαυτῆς ἴχνος, ὡς μέλλουσά τι χαρίζεσθαι καὶ τῇ γῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: