previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κη

τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι [p. 240] τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους, καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσῳ καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. μὲν οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, τὸ ἑδραῖον ἀνάγκῃ πρόσεστιν, δὲ ξένος ἔοικε τοῖς ὀξυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἄστροις καὶ Ἔρωτι, ὑφ᾽ ὧν κἀγὼ πτηνὸς γενόμενος δεῦρο ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι. μή μου τῆς ἱκεσίας ὑπερίδῃς: οὐδὲ τὸν Πέλοπα Ἱπποδάμεια ἠτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδὲ Ἑλένη τὸν δι᾽ αὐτὴν παρόντα, οὐδὲ Φύλλις τὸν ἐκ θαλάττης ῾ἥκοντἀ, οὐδὲ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτάντα. ᾔδεσαν γάρ, ὡς παρὰ μὲν τῶν ἐγχωρίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κἀγὼ τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους, οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλθομεν, ἀλλ᾽ αὐτὰ πρὸς ἡμᾶς κατῆλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέγμεθα ἡδέως, ὡς τὴν τῶν ἄστρων οἱ πλέοντες. εἰ δ᾽ ἐμοὶ τὸ ξένῳ εἶναι οὐ γίγνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώλυμα ἔστω πρὸς τὸ συνεῖναι τοῖς ἐρῶσιν. ταχύ γ᾽ ἂν φυγάδα εἵλου νυμφίον, ὥσπερ Ἄδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποιήσατο ἐπὶ τῆς βασιλείας τὴν ἔκτισιν. μὴ λακώνιζε, γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον, ξενηλασίαν γὰρ ἔρως οὐκ ἔχει. [p. 241]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: