previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κβ

καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοβουμένη φωραθῆναι οὐκ ἔχει φύσις, δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον: ὀφθαλμῶν δὲ ὑπογραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθωσιν [p. 237] τοῦ ἐνδεοῦς εὑρέθη: τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλ᾽ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες. τὸ δὲ φῦκος καὶ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: