previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιη

μαλακώτερον διετέθης ὑπὸ τῆς σανδάλου θλιβείς, ὡς πέπεισμαι, δειναὶ γὰρ δακεῖν σάρκας ἁπαλὰς αἱ τῶν δερμάτων καινότητες. διὰ τοῦτο Ἀσκληπιὸς τὰ μὲν ἐκ πολέμου καὶ θήρας τραύματα καὶ πάσης τοιαύτης τύχης ἰᾶται ῥᾳδίως, ταῦτα δὲ ἐᾷ διὰ τὸ ἑκούσιον, ὡς ἀνοίᾳ μᾶλλον ἐπηρείᾳ δαιμόνων γενόμενα. τί οὐκ ἀνυπόδετος βαδίζεις; τί δὲ τῇ γῇ φθονεῖς; βλαυτία καὶ σανδάλια καὶ κρηπῖδες καὶ πέδιλα νοσούντων εἰσὶ φορήματα γερόντων. τὸν γοῦν Φιλοκτήτην ἐν τούτοις γράφουσι τοῖς ἐρύμασιν ὡς καὶ χωλὸν καὶ νοσοῦντα, τὸν δὲ ἐκ Σινώπης φιλόσοφον καὶ τὸν Θηβαῖον Κράτητα καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα ἀνυποδέτους καὶ τὸν Ἰάσονα ἐξ ἡμισείας: λέγεται γὰρ τὸν Ἄναυρον αὐτοῦ διαβαίνοντος ποταμὸν ἐνσχεθῆναι τὴν κρηπῖδα τῷ ῥεύματι καὶ Ἰάσων οὕτως ἠλευθέρωτο τῶν ποδῶν τὸν ἕτερον τύχῃ τὸ δέον διδαχθείς, οὐ γνώμῃ ἑλόμενος, [p. 235] καὶ ἀπῄει καλῶς σεσυλημένος. μηδὲν ἤτω σοι μεταξὺ τῆς γῆς καὶ τοῦ ποδός. μὴ φοβηθῇς: δέξεται τὴν βάσιν κόνις ὡς πόαν. ῥυθμοὶ ποδῶν φιλτάτων, καινὰ ἄνθη, γῆς φυτεύματα, φιλήματα ἐρηρεισμένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: