previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ις

οὐδὲ τοῦ Μενάνδρου Πολέμων καλὸν μειράκιον περιέκειρεν, ἀλλ᾽ αἰχμαλώτου μὲν ἐρωμένης κατετόλμησεν ὀργισθείς, ἣν οὐδὲ αὐτὴν ἀποκείρας [p. 233] ἠνέσχετοκλαίει γοῦν καταπεσὼν καὶ μεταγιγνώσκει τῷ φόνῳ τῶν τριχῶνἐφήβου δὲ ἄρα ἐφείσατο καὶ τὸ δρᾶμα, σὺ δὲ οὐκ οἶδα τί παθὼν σεαυτῷ πεπολέμηκας, ἀνδροφόνε τῆς κεφαλῆς. τί ἔδει μαχαιρῶν ἐπὶ τὰς τρίχας; τί δὲ ἑκουσίων καὶ πολλῶν τραυμάτων; οἷον θέρος ἐξέκοψας. οὐδὲ οἱ ποιηταί σε ἐπαίδευσαν τοὺς Εὐφόρβους καὶ τοὺς Μενελάους κομῶντας ἐσάγοντες καὶ ὅλον τὸ Ἀχαιῶν στρατόπεδον; καὶ εἴ τις αὐτοῖς καλὸς ποταμός, κομᾷ, ὡς γὰρ χρυσὸς ἀνάθημα καὶ ἄργυρος, οὕτως καὶ τρίχες. κομῶσιν οἱ μὲν βάρβαροι πίλοις, οἱ δὲ Ἕλληνες κράνεσιν, οἱ δὲ ὀφθαλμοὶ βλεφάροις, δὲ ναῦς ἱστίοις, δὲ γῆ ὄρεσι, τὰ δὲ ὄρη νάπαις, δὲ θάλαττα νήσοις, οἱ δὲ ταῦροι κέρασιν, οἱ ποταμοὶ τέμπεσιν, αἱ πόλεις τείχεσιν. φοβερώτερος δὲ καὶ λέων λάσιος καὶ ῾γαυρότεροσ᾽ ἵππος ἤδη τῇ χαίτῃ πεποιθὼς καὶ ἀλεκτρυὼν μαχιμώτερος τὰ κάλλαια ἐγηγερκώς. τιμῶσι καὶ σοφοὶ τῶν ἀστέρων τοὺς κομήτας καὶ τῶν ἱερέων τοὺς τὰς κόμας ἀνέτους καὶ τῶν θεῶν ἄλλον ἄλλως, τὸν Ποσειδῶνα ὡς κυανοχαίτην, τὸν Ἀπόλλωνα ὡς ἀκειρεκόμην, τὸν Πᾶνα ὡς δασύν, τὴν Ἶσιν ὡς λυσίκομον, τὸν Διόνυσον ὡς μετὰ τῶν τριχῶν καὶ τῷ κιττῷ κομῶντα, Ἀφροδίτη δὲ οὐδὲ πενθοῦσα ἀπεκείρατο. ἤκουσά γε μὴν ἀνδρὸς σοφοῦ καὶ τὰς ἀκτῖνας λέγοντος κόμας Ἡλίου καὶ τὸν Δία σεμνότερον τῶν ἄλλων θεῶν, ὅτε τὴν κόμην σείει, κἂν ἐπινεύσῃ, οὐ ψεύδεται, δὲ Ἑρμῆς κομᾷ καὶ τῷ κροτάφῳ καὶ τοῖς σφυροῖς. τότε ἀποκείρεται καὶ πόλις, ὅτε ἁλίσκεται, καὶ γυνὴ τότε ἀφίησι τῆς κεφαλῆς τὸ κάλλος, ὅτε πενθεῖ, καὶ γῆς λιμός, ὅτε μὴ κομᾷ. ἀλλὰ δένδρον μὲν πεσὸν κλᾴεται καὶ ποιητὴς μεγαλόφωνος πολλὰ ἐπ᾽ αὐτῷ λέγει, σὺ δὲ [p. 234] φύλλα τοσαῦτα ἐκτεμὼν οὐ δακρύεις. φέρε εἴπω σοι τὸν ἐπιτάφιον τῆς κόμης: κάλλους ἀκρόπολις, ἔρωτος ἄλσος, ἄστρα κεφαλῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: