previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιε

τί μοι τὰ γένεια, παιδίον, δεικνύεις; οὐ παύῃ κάλλους, ἀλλ᾽ ἄρχῃ, τὸ μὲν γὰρ ὀξὺ τῆς ὥρας παρελήλυθεν, ὅσον τι πτηνὸν καὶ ἄπιστον, τὸ δὲ ἑδραῖον καὶ βέβαιον μένει. χρόνος δὲ οὐκ ἐλέγχει τοὺς ἀληθῶς καλούς, ἀλλὰ δεικνύει καὶ μαρτυρεῖ μᾶλλον αὐτοῖς φθονεῖ. τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον ποιητὴς εἰδὼς καλῶς καὶ βλέπειν καὶ ποιεῖν. οὐκ ἂν δήποτε τοῦτο ἀπεφήνατο, εἰ μὴ πρῶτος αὐτὸς ἐρωμένου καὶ ἥψατο γενείων καὶ ἐφίλησε. πρὶν μὲν γὰρ ἀνθεῖν, οὐδὲν ἀπεῖχον γυναικὸς αἱ σαὶ παρειαὶ οὖσαι ἁπαλαί τε καὶ διαυγεῖς, ὅτε δὲ καὶ ἤδη χλοάζεις, ἀνδρικώτερος εἶ σεαυτοῦ καὶ τελεώτερος. ἀλλὰ τί; ἤθελες μηδὲ εὐνούχων διαφέρειν, οἷς τὰ γένεια ἄκαρπα καὶ σκληρὰ καὶ λίθοις ὅμοια; αἰσχύνονται γοῦν οἱ ἀλιτήριοι ταύτῃ τῇ τομῇ μᾶλλον ἐκείνῃ, τὴν μὲν ἀπόρρητον νομίζοντες, τὴν δὲ σαφέστερον ἔλεγχον τῆς ὄψεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: