next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φοῖνιξ
Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης.

ἀμπελουργός
πόθεν οὖν μετεσκεύασθε;

Φοῖνιξ
Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν.

ἀμπελουργός
βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν;

Φοῖνιξ
συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν: δεινὴ δέ, οἶμαι, θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ: καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες.

ἀμπελουργός
σοφοί γε, ξένε, τὰ ναυτικὰ ὄντες: ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας τιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται. [p. 129]

Φοῖνιξ
σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: