previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, δι᾽ ἃς προσέκρουσεν Ἡρώδης Ἀθηναίοις: εἶχον μὲν γὰρ αἱ διαθῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφ᾽ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευθέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέβησαν οἰ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐς2άπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρ᾽ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι: ἀλλ᾽ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγιγνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάππων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλογισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπ᾽ ἀγορᾶς ὡς καὶ ἀποδώσοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασμένους τὴν δωρεὰν καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν ῾εὖἐπωνομάσθαι Παναθηναικόν, κατεσκευάσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: