previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον: ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέρων πόλεων Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαγ, ἀλλ᾽ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ, ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν αὐτοκράτωρ ταῦτα, καὶ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων βασιλεῦ’, εἶπενὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι.’ καὶ αἱ διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθ᾽ ἕκαστον ἔτος μνᾶν καθ᾽ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλάκις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ [p. 58] ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: