previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κζ


μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα τι λείπεται. ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λάρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας.


μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπ᾽ αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης: Κλήμης γὰρ Βυζάντιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάντιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς μὴ δοκοίη δι᾽ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμενον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφικτύονες [p. 116] ἀπεψηφίζοντο τῆς νίκης δέει τῆς προειρημένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ Ἱππόδρομοςοὗτοι μὲνεἶπενἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλήμεντι τὴν νικῶσαν δίδωμι.’ ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς Ῥώμης ἐνίκα Βυζάντιος.


τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳότητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο: παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς τῶν ἐπαίνων: βοώντων γοῦν ἐπ᾽ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέμωνι ὁμοιούντων αὐτὸντί μ᾽ ἀθανάτοισιν ἐίσκεις’; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημένων ἠχὼ ξυγκειμένου, δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαίνου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρεσβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε: νεανίας ἀπ᾽ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος: ἰδὼν οὖν αὐτὸν Ἱππόδρομος ἐν τῇ ἀκροάσει νεανίας οὗτοςἔφηἐρᾷ [p. 117] τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν: καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν.’ καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπ᾽ αὐτῷ οὔπω εἴρηται. τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπ᾽ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρεσχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθ᾽ ἑαυτὸν γενέσθαι τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν: Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, ‘οὐκ ἐπαποδύσομαιἔφητοῖς ἐμαυτοῦ σπλάγχνοις’. καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαιδευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.


τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατασχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων, ἀμφοῖν τε ἀπόντων οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλ᾽ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπουδάζειν. ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέμαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω [p. 118] μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέτης δὲ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐριπίδου τε ὕμνων καὶ Ἀμφίονος.


ἀγροικότερός τε ὢν τὸ εἶδος ὅμως ἀμήχανον εὐγένειαν ἐπεδήλου τοῖς ὄμμασι γοργόν τε καὶ φαιδρὸν βλέπων. τουτὶ δὲ καὶ Μεγιστίας Σμυρναῖος ἐν αὐτῷ καθεωρακέναι φησὶν οὐ τὰ δεύτερα τῶν φυσιογνωμονούντων νομισθείς: ἀφίκετο μὲν γὰρ ἐς τὴν Σμύρναν μετὰ τὸν Ἡρακλείδην Ἱππόδρομος οὔπω πρὸ τούτου ἥκων, ἀποβὰς δὲ τῆς νεὼς ἀπῄει ἐς ἀγοράν, εἴ τῳ ἐντύχοι πεπαιδευμένῳ τὰ ἐγχώρια. ἱερὸν δὲ κατιδὼν καὶ παιδαγωγούς τε προσκαθημένους ἀκολούθους τε παῖδας ἄχθη βιβλίων ἐν πήραις ἀνημμένους ξυνῆκεν, ὅτι παιδεύοι τις ἔνδον τῶν ἐπιφανῶν, καὶ ἔσω παρῄει καὶ προσειπὼν τὸν Μεγιστίαν ἐκάθητο ἐρωτῶν οὐδέν. μὲν δὴ Μεγιστίας ᾤετο ὑπὲρ μαθητῶν αὐτὸν διαλέξεσθαι οἱ, πατέρα ἴσως τροφέα παίδων ὄντα, καὶ ἤρετο, ὑπὲρ ὅτου ἥκοι, δὲπεύσῃἔφηἐπειδὰν αὐτοὶ γενώμεθα’. διακωδωνίσας οὖν Μεγιστίας τὰ μειράκιαλέγε’, ἔφη τι βούλει’. καὶ Ἱππόδρομοςἀντιδῶμεν ἀλλήλοις τὴν ἐσθῆταεἶπεν, ἦν δὲ ἄρα τῷ μὲν Ἱπποδρόμῳ χλαμύς, τῷ δὲ αὖ δημηγορικὸν ἱμάτιον. ‘καὶ τίνα σοι νοῦν ἔχει τοῦτο’; δ᾽ Μεγιστίας. ‘ἐπίδειξινἔφησοι μελέτης ποιήσασθαι βούλομαι’. δαιμονᾶν μὲν οὖν αὐτὸν ᾠήθη ταῦτα ἐπαγγείλαντα καὶ τὴν γνώμην ἐλαύνεσθαι, τὰς βολὰς δὲ ἀνασκοπῶν τῶν ὀμμάτων καὶ ὁρῶν αὐτὸν ἔννουν καὶ καθεστηκότα ἀντέδωκε τὴν ἐσθῆτα ὑπόθεσίν τε αἰτήσαντι [p. 119] προὔβαλε τὸν μάγον τὸν ἀποθνήσκειν ἀξιοῦντα, ἐπειδὴ μὴ ἐδυνήθη ἀποκτεῖναι μάγον μοιχόν. ὡς δὲ ἱζήσας ἐπὶ τοῦ θρόνου καὶ σμικρὸν ἐπισχὼν ἀνεπήδησεν, μᾶλλον ἐσῄει τὸν Μεγιστίαν τῆς μανίας λόγος καὶ τὰ πλεονεκτήματα ἐμβροντησίαν ᾤετο, ἀρξαμένου δὲ τῆς ὑποθέσεως καὶ εἰπόντοςἀλλ᾽ ἐμαυτόν γε δύναμαιἐξέπεσεν ἑαυτοῦ ὑπὸ θαύματος καὶ προσδραμὼν αὐτῷ ἱκέτευε μαθεῖν, ὅστις εἴη. ‘εἰμὶ μὲνἔφηἱππόδρομος Θετταλός, ἥκω δέ σοι ἐγγυμνασόμενος, ἵν᾽ ἐκμάθοιμι δι᾽ ἑνὸς ἀνδρὸς οὕτω πεπαιδευμένου τὸ ἦθος τῆς Ἰωνικῆς ἀκροάσεως. ἀλλ᾽ ὅρα με δι᾽ ὅλης τῆς ὑποθέσεως.’ περὶ τέρμα δὲ τοῦ λόγου δρόμος ὑπὸ τῶν κατὰ τὴν Σμύρναν πεπαιδευμένων ἐπὶ τὰς τοῦ Μεγιστίου θύρας ἐγένετο, ταχείας τῆς φήμης διαδοθείσης ἐς πάντας ἐπιχωριάζειν αὐτοῖς τὸν Ἱππόδρομον, δὲ ἀναλαβὼν τὴν ὑπόθεσιν ἑτέρᾳ δυνάμει μετεχειρίσατο τὰς ἤδη εἰρημένας ἐννοίας παρελθών τε ἐς τὸ κοινὸν τῶν Σμυρναίων ἀνὴρ ἔδοξε θαυμάσιος καὶ οἷος ἐν τοῖς πρὸ αὐτοῦ γράφεσθαι.


ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καὶ που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σοφιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος Ἱππόδρομος τὸν λόγονἐγὼ δὲἔφηπατέρα Ὅμηρον.’ ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρχιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν, τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ Δημάδης μὴ ξυγχωρῶν [p. 120] ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾄδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: