previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιη


Ὀνόμαρχος δὲ ἐκ τῆς Ἄνδρου σοφιστὴς οὐκ ἐθαυμάζετο μέν, οὐ μεμπτὸς δὲ ἐφαίνετο. ἐπαίδευσε μὲν γὰρ κατὰ χρόνους, οὓς Ἀδριανός τε καὶ Χρῆστος Ἀθήνησι, πρόσοικος δὲ ὢν τῆς Ἀσίας τῆς Ἰωνικῆς ἰδέας οἷον ὀφθαλμίας ἔσπασε, σπουδαζομένης μάλιστα τῇ Ἐφέσῳ, ὅθεν ἐδόκει τισὶν οὐδ᾽ ἠκροᾶσθαι Ἡρώδου καταψευδομένοις τοῦ ἀνδρός: τὸ μὲν γὰρ τῆς ἑρμηνείας παρέφθορεν ἔσθ᾽ ὅπη δι᾽ ἣν εἴρηκα αἰτίαν, αἱ δὲ ἐπιβολαὶ τῶν νοημάτων Ἡρώδειοί τε καὶ ἀπορρήτως γλυκεῖαι. ἔξεστι δὲ αὐτὸν θεωρεῖν ἐπὶ τοῦ τῆς εἰκόνος ἐρῶντος, εἰ μὴ μειρακιεύεσθαι δόξω. εἴρηται δὲ ὧδε: ‘ κάλλος ἔμψυχον ἐν ἀψύχῳ σώματι, τίς ἄρα σε δαιμόνων ἐδημιούργησεν; πειθώ τις χάρις αὐτὸς Ἔρως, τοῦ κάλλους πατήρ; ὡς [p. 102] πάντα σοι πρόσεστιν ἐν ἀληθείᾳ προσώπου στάσις χρόας ἄνθος βλέμματος κέντρον μειδίαμα κεχαρισμένον παρειῶν ἔρευθος ἀκοῆς ἴχνος. ἔχεις δὲ καὶ φωνὴν μέλλουσαν ἀεί. τάχα τι καὶ λαλεῖς, ἀλλ᾽ ἐμοῦ μὴ παρόντος, ἀνέραστε καὶ βάσκανε, πρὸς πιστὸν ἐραστὴν ἄπιστε. οὐδενός μοι μετέδωκας ῥήματος: τοιγαροῦν τὴν φρικωδεστάτην ἅπασιν ἀεὶ τοῖς καλοῖς ἀρὰν ἐπὶ σοὶ θήσομαι: εὔχομαί σοι γηρᾶσαι.’ τελευτῆσαι δὲ αὐτὸν οἱ μὲν Ἀθήνησι, οἱ δὲ οἴκοι, μεσαιπόλιόν τε καὶ παριόντα ἐς γῆρας, γενέσθαι δὲ ἀγροικότερον τὸ εἶδος καὶ κατὰ τὸν Μάρκου τοῦ Βυζαντίου αὐχμόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: