previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ις


Εὐοδιανὸν δὲ τὸν Σμυρναῖον τὸ μὲν γένος ἐς Νικήτην τὸν σοφιστὴν ἀνῆγεν, αἱ δὲ οἴκοι τιμαὶ ἐς τοὺς ἀρχιερέας τε καὶ στεφανουμένους τὴν ἐπὶ τῶν ὅπλων, τὰ δὲ τῆς φωνῆς ἆθλα ἐς τὴν Ῥώμην καὶ τὸν ἐκείνῃ θρόνον. ἐπιταχθεὶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Διόνυσον τεχνίταις, τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ χαλεποὶ ἀρχθῆναι, ἐπιτηδειότατος τὴν ἀρχὴν ἔδοξε καὶ κρείττων λαβεῖν αἰτίαν. υἱοῦ δὲ αὐτῷ τελευτήσαντος ἐν τῇ Ῥώμῃ οὐδὲν θῆλυ οὐδὲ ἀγεννὲς ἀνεφθέγξατο, ἀλλ᾽ τέκνοντρὶς ἀνακαλέσας ἔθαψεν. ἀποθνήσκοντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην παρῆσαν μὲν οἱ ἐπιτήδειοι πάντες, βουλὴν δὲ αὐτῶν ποιουμένων ὑπὲρ τοῦ σώματος, εἴτε χρὴ καταθάπτειν αὐτόθι, εἴτε ταριχεύσαντας πορθμεύειν ἐς τὴν Σμύρναν ἀναβοήσας Εὐοδιανὸςοὐ καταλείπωἔφητὸν υἱὸν μόνον.’ ὧδε μὲν δὴ σοφῶς ἐπέσκηψε τὸ τῷ παιδὶ ξυνταφῆναι. ἀκροατὴς δὲ Ἀριστοκλέους γενόμενος πανηγυρικῆς ἰδέας ἥψατο ἐν στρυφνῷ κρατῆρι συγκεράσας οἷον νᾶμα πότιμον. εἰσὶ δὲ οἵ φασι καὶ Πολέμωνος ἠκροᾶσθαι αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: