previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν τὴν ἑῴαν ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ δι᾽ ἐπιστολῆς ὧδε ξυγκειμένηςἩρώδης Κασσίῳ: ἐμάνης.’ τήνδε τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ [p. 71] καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ τῆς γνώμης ὅπλα. δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ δι᾽ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλ᾽ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα λεχθέντα ποτὲ ὑπ᾽ αὐτοῦ Ἀθήνησιν: ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ: ἐπιστραφεὶς οὖν Ἡρώδηςἔστω’, ἔφηκακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτως’; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαιςγεγηράκαμενἔφησὺ μὲν κακῶς με ἀγορεύων, ἐγὼ δὲ ἀκούωνἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: