previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιη


περὶ δὲ Αἰσχίνου τοῦ Ἀτρομήτου, ὅν φαμεν τῆς δευτέρας σοφιστικῆς ἄρξαι, τάδε χρὴ ἐπεσκέφθαι: Ἀθήνησι δημαγωγία διειστήκει πᾶσα, καὶ οἱ μὲν βασιλεῖ ἐπιτήδειοι ἦσαν, οἱ δὲ Μακεδόσιν, ἐφέροντο δὲ ἄρα τὴν πρώτην τῶν μὲν βασιλεῖ χαριζομένων Παιανιεὺς Δημοσθένης, τῶν δὲ ἐς Φίλιππον ὁρώντων Κοθωκίδης Αἰσχίνης, καὶ χρήματα [p. 22] παρ᾽ ἀμφοῖν ἐφοίτα σφίσι, βασιλέως μὲν ἀσχολοῦντος δἰ Ἀθηναίων Φίλιππον τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι, Φιλίππου δὲ πειρωμένου διαλύειν τὴν ἰσχὺν Ἀθηναίων, ὡς ἐμπόδισμα τῆς διαβάσεως. διαφορᾶς δ᾽ ἦρξεν Αἰσχίνῃ καὶ Δημοσθένει καὶ αὐτὸ μὲν τὸ ἄλλον ἄλλῳ βασιλεῖ πολιτεύειν, ὡς δ᾽ ἐμοὶ φαίνεται, τὸ ἐναντίως ἔχειν καὶ τῶν ἠθῶν, ἐξ ἠθῶν γὰρ ἀλλήλοις ἀντιξόων φύεται μῖσος αἰτίαν οὐκ ἔχον. ἀντιξόω δ᾽ ἤστην καὶ διὰ τάδε: μὲν Αἰσχίνης φιλοπότης τε ἐδόκει καὶ ἡδὺς καὶ ἀνειμένος καὶ πᾶν τὸ ἐπίχαρι ἐκ Διονύσου ᾑρηκώς, καὶ γὰρ δὴ καὶ τοῖς βαρυστόνοις ὑποκριταῖς τὸν ἐν μειρακίῳ χρόνον ὑπετραγῴδησεν, δ᾽ αὖ συννενοφώς τε ἐφαίνετο καὶ βαρὺς τὴν ὀφρὺν καὶ ὕδωρ πίνων, ὅθεν ἐν δυσκόλοις τε καὶ δυστρόποις ἐνεγράφετο, καὶ πολλῷ πλέον, ἐπειδὴ πρεσβεύοντε ξὺν ἑτέροις παρὰ τὸν Φίλιππον καὶ ὁμοδιαίτω ὄντε μὲν διακεχυμένος τε καὶ ἡδὺς ἐφαίνετο τοῖς συμπρέσβεσιν, δὲ κατεσκηκώς τε καὶ ἀεὶ σπουδάζων. ἐπέτεινε δὲ αὐτοῖς τὴν διαφορὰν ὑπὲρ Ἀμφιφόλεως ἐπὶ τοῦ Φιλίππου λόγος, ὅτε δὴ ἐξέπεσε μὲν τοῦ λόγου Δημοσθένης, δ᾽ Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον, ἐν Βοιωτοὺς ἐνίκων Ἀθηναῖοι: ἀριστεῖα τούτου δημοσίᾳ ἐστεφανοῦτο τά τε ἄλλα καὶ χρησάμενος ἀμηχάνῳ τάχει περὶ τὰ εὐαγγέλια τῆς νίκης.


διαβάλλοντος δὲ αὐτὸν Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψηφισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγόρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε [p. 23] τὸ μὴ οὐκ αὐτὸς Ἐλατειᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προς2ταχθείς, ἀλλ᾽ ἀτιμίᾳ ἐξιστάμενος, ὑπήγετο ὑπὸ Δημοσθένει παὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξανδρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκεκλυσμένα πράγματα, Ῥόδου εἴχετο, δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά.


τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπ᾽ Αἰσχίνου δ᾽ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέοντες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενόμενος πολλά καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο. σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνολογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἰδέα τοῦ λόγου κρείττων μιμήσει ὑπαχθῆναι.


λόγοι δ᾽ Αἰσχίνου κατ᾽ ἐνίους μὲν καὶ τέταρτός τις Δηλιακὸς καταψευδόμενος τῆς ἐκείνου γλώττης. οὐ γὰρ ἄν ποτε τοὺς μὲν περὶ τὴν Ἄμφισσαν λόγους, ὑφ᾽ ὧν Κιρραία χώρα καθιερώθη, εὐπροσώπως τε καὶ ξὺν ὥρᾳ διέθετο κακὰ βουλεύων Ἀθηναίοις, ὥς φησι Δημοσθένης, ἐπὶ δὲ τοὺς Δηλιακοὺς μύθους, ἐν οἷς θεολογία τε καὶ θεογονία καὶ ἀρχαιολογία, φαύλως οὕτως ὥρμησε καὶ τοῦτο προαγωνιζόμενος Ἀθηναίων οὐ μικρὸν ἀγώνισμα ἡγουμένων τὸ μὴ ἐκπεσεῖν [p. 24] τοῦ ἐν Δήλῳ ἱεροῦ. τρισὶ δὴ λόγοις περιωρίσθω Αἰσχίνου γλῶττα: τῷ τε κατὰ Τιμάρχου καὶ τῇ ἀπολογίᾳ τῆς πρεσβείας καὶ τῇ τοῦ Κτησιφῶντος κατηγορίᾳ. ἔστι δὲ καὶ τέταρτον αὐτοῦ φρόντισμα, ἐπιστολαί, οὐ πολλαὶ μέν, εὐπαιδευσίας δὲ μεσταὶ καὶ ἤθους.


τοῦ δὲ ἠθικοῦ καὶ Ῥοδίοις ἐπίδειξιν ἐποιήσατο: ἀναγνοὺς γάρ ποτε δημοσίᾳ τὸν κατὰ Κτησιφῶντος οἱ μὲν ἐθαύμαζον, ὅπως ἐπὶ τοιούτῳ λόγῳ ἡττήθη καὶ καθήπτοντο τῶν Ἀθηναίων ὡς παρανοούντων, δὲοὐκ ἂνἔφηἐθαυμάζετε, εἰ Δημοσθένους λέγοντος πρὸς ταῦτα ἠκούσατε’, οὐ μόνον ἐς ἔπαινον ἐχθροῦ καθιστάμενος, ἀλλὰ καὶ τοὺς δικαστὰς ἀφιεὶς αἰτίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: