previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιζ


δὲ Σειρὴν ἐφεστηκυῖα τῷ Ἰσοκράτους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾄδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλ᾽ εὑρημένοις εὖ χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς καὶ ῥυθμοῦ [p. 20] καὶ συνθήκης καὶ κρότου. ταυτὶ δ᾽ ἡτοίμασέ που καὶ τὴν Δημοσθένους γλῶτταν: Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενόμενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας. σεμνότης δ᾽ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνότητος: ‘πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δέ, ἂν θεὸς διδῷ, γενναίως.’ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται: ‘τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.’


τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δ᾽ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν: τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης, ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, πανηγυρικός τ̓̔ἐστὶν᾽ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.


οὗτος μὲν οὖν εἰ καὶ κάλλιστος [p. 21] λόγων, αἰτίαν ὅμως παρέδωκεν, ὡς ἐκ τῶν Γοργίᾳ σπουδασθέντων ἐς τὴν αὐτὴν ὑπόθεσιν συντεθείη. ἄριστα δὲ τῶν Ἰσοκράτους φροντισμάτων τε Ἀρχίδαμος ξύγκειται καὶ Ἀμάρτυρος, τοῦ μὲν γὰρ διήκει φρόνημα Λακεδαιμονίους τῶν Λευκτρικῶν ἀναφέρον καὶ οὐκ ἀκριβῆ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ ξυνθήκη λαμπρά, ἐναγώνιος δὲ λόγος, ὡς καὶ τὸ μυθῶδες αὐτοῦ μέρος, τὸ περὶ τὸν Ἡρακλέα καὶ τὰς βοῦς σὺν ἐπιστροφῇ ἑρμηνεῦσθαι, δὲ Ἀμάρτυρος ἰσχὺν ἐνδείκνυται κεκολασμένην ἐς ῥυθμούς, νόημα γὰρ ἐκ νοήματος ἐς περιόδους ἰσοκώλους τελευτᾷ.


ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτ᾽ ἂν διαβάλοιμι οὔτ᾽ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὕτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν, εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων, ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: