previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ις


Κριτίας δὲ σοφιστὴς εἰ μὲν κατέλυσε τὸν Ἀθηναίων δῆμον, οὔπω κακόςκαταλυθείη γὰρ ἂν καὶ ὑφ᾽ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι[p. 18] ἀλλ᾽ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθῄρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δ᾽ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφῃρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίᾳ τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίᾳ ὄνομα.


καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνῃ ὁμιλίας παρεφθορέναι αὐτόν, τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν: ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δ᾽ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῷ Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, πλεῖστα δὴ συνεφιλοσόφησε σοφωτάτῳ τε καὶ δικαιοτάτῳ τῶν ἐφ᾽ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ᾽ ὁμοιωθῆναι, παρ᾽ οἷς ἀγερωχία καί ἄκρατος καὶ τυραννικὰ ἐν οἴνῳ σπουδάζεται. ἀλλ᾽ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ᾽ ἐγοργίαζον ἐν Θετταλίᾳ μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ᾽ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν Κριτίας παρ᾽ αὐτοῖς ἐποιεῖτο: δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δ᾽ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ᾽ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, [p. 19] ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον Κριτίαν Θετταλοί.


ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ φυγῆς τὸν δῆμον, δοκεῖ δ᾽ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίῳ τῇ τυραννίδι ἐχρήσατο: ἐμοὶ δὲ ἀποπεφάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο, δι᾽ μοι δοκεῖ καὶ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν: εἰ γὰρ μὴ ὁμολογήσει λόγος τῷ ἤθει, ἀλλοτρίᾳ τῇ γλώττῃ δόξομεν φθέγγεθαι, ὥσπερ οἱ αὐλοί.


τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας Κριτίας καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ᾽ ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλωςτὸ γὰρ ἀπειρόκαλον ἐν τῷ ἀττικίζειν βάρβαρονἀλλ᾽ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ χωρίῳ προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ᾽ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ Ζεφύρου αὔρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: