Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη: τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δ᾽ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ‘ἀκούω σε,’ εἶπεν ‘Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια.’ ‘εἴ γε’ ἔφη ‘ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια.’ ‘ἀκούω’ εἶπε ‘καὶ ξύμφημι.’ ‘ἐπεὶ τοίνυν’ ἔφη ‘ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ.’ ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, [p. 338] δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, ‘θάρρει,’ ἔφη ‘ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.