Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφίκοντο δ᾽ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δ᾽, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς [p. 337] τῶν θησαυρῶν θύρας, ἵν᾽ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.