previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐντευξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλλον δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δ᾽ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου: προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφ᾽ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντοςδικάσομαιἔφηπρὸς τίνα;’ ‘πρός γε τὸν σεαυτοῦεἶπεκατήγορον, δικάσει δὲ βασιλεύς.’ ‘ἐμοὶ δὲἔφηκαὶ τῷ βασιλεῖ τίς δικάσων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα.’ ‘καὶ τίςεἶπεβασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ;’ ‘ἀλλὰ φιλοσοφίᾳ πολὺςἔφηβασιλέως, ἵν᾽ ἐπιτηδείως ἄρχῃ.’ ἐπαινέσας δὲ γραμματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, ‘πόσῳ δὲεἶπετὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι.’ ‘εἰ μὲν ὁπόσαἔφηἀπαιτεῖ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ Θύμβρις, εἰ δὲ ὁπόσα ἐρήσεται, μέτρον τοῦ ἀποκρινομένου ἐρωτῶν.’ ‘ἐναντίαςεἶπενἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων.’ ‘οὐκ ἐναντίας,’ ἔφηἀλλ᾽ ὁμοίας: γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμφοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δ᾽ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικαστηρίῳ τετάρτην ἀρετὴν οἶδα.’ ‘ἀνόνητόν γεεἶπε [p. 298]σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι.’ ‘καὶ μὴν καὶ Σωκράτηνἔφητὸν Ἀθηναῖον μέγα ὤνησεν, ὅτε ἔφυγε τὴν γραφήν.’ ‘καὶ πῶς ὤνησενεἶπετόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα;’ ‘οὐκ ἀπέθανεν,’ ἔφηἈθηναῖοι δὲ ᾤοντο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: