previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς ἐν Ὀλυμπίᾳ καὶ πλεῖστα σπουδάσαςκαὶ κατὰ πόλεις μὲνἔφηδιαλέξομαι ὑμῖν, ἄνδρες Ἕλληνες, ἐν πανηγύρεσιν ἐν πομπαῖς ἐν μυστηρίοις ἐν θυσίαις ἐν σπονδαῖςἀστείου δὲ ἀνδρὸς δέονταινῦν δὲ ἐς Λεβάδειαν χρὴ καταβῆναί με, ἐπεὶ τῷ Τροφωνίῳ μήπω ξυγγέγονα καίτοι ἐπιφοιτήσας ποτὲ τῷ ἱερῷ.’ καὶ εἰπὼν ταῦτα ἐχώρει δὴ ἐπὶ Βοιωτίας οὐδενὸς λειπομένου τῶν θαυμαζόντων αὐτόν. τὸ δ᾽ ἐν Λεβαδείᾳ στόμιον ἀνάκειται μὲν Τροφωνίῳ τῷ Ἀπόλλωνος ἐσβατὸν μόνον τοῖς ὑπὲρ χρησμῶν φοιτῶσιν, ὁρᾶται δ᾽ οὐκ ἐν τῷ ἱερῷ, μικρὸν δ᾽ ἄνω τοῦ ἱεροῦ ἐν γηλόφῳ, ξυγκλείουσι δ᾽ αὐτὸ σιδήρεοι ὀβελίσκοι κύκλῳ περιβάλλοντες, δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσασθαι. λευκῇ δ᾽ ἐσθῆτι ἐσταλμένοι πέμπονται μελιτούττας ἀπάγοντες ἐν ταῖν χεροῖν μειλίγματα ἑρπετῶν, τοῖς κατιοῦσιν ἐγχρίπτει. ἀναδίδωσι δ᾽ γῆ τοὺς μὲν οὐ πόρρω, τοὺς δὲ πορρωτάτω, καὶ γὰρ ὑπὲρ Λοκροὺς ἀναπέμπονται καὶ ὑπὲρ Φωκέας, οἱ δὲ πλεῖστοι περὶ τὰ Βοιωτῶν ὅρια. παρελθὼν οὖν ἐς τὸ ἱερὸνβούλομαιἔφηκαταβῆναι ὑπὲρ φιλοσοφίας.’ ἀντιλεγόντων δὲ τῶν ἱερέων καὶ πρὸς μὲν τοὺς πολλοὺς λεγόντων, μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ, πρὸς δὲ τὸν ἄνδρα πλαττομένων ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι, τὴν μὲν ἡμέραν ἐκείνην διελέχθη περὶ τὰς πηγὰς τῆς Ἑρκύνης ὑπὲρ αἰτίας τοῦ μαντείου καὶ τρόπου, μόνον γὰρ ἐκεῖνο δι᾽ αὐτοῦ χρᾷ τοῦ χρωμένου, ἑσπέρα δ᾽ ὡς ἐγένετο, ἐλθὼν ἐπὶ τὸ στόμιον μετὰ τῶν ξυνακολουθούντων νέων καὶ τέτταρας τῶν ὀβελίσκων [p. 336] ἀνασπάσας, οἳ ξυνέχουσι τὰς τῆς παρόδου κλεῖδας, ἐχώρει ὑποχθόνιος αὐτῷ τρίβωνι, καθάπερ ἐς διάλεξιν ἑαυτὸν στείλας, οὕτω τι τῷ θεῷ φίλα πράττων, ὡς ἐπιστάντα τοῖς ἱερεῦσι τὸν Τροφώνιον ἐς ἐπίπηξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς ἐς Αὐλίδα τε ἕπεσθαι κελεῦσαι πάντας, ὡς ἐκεῖ ἀναδυσομένου θαυμασιώτατα ἀνθρώπων. ἀνέσχε γὰρ δἰ ἡμερῶν ἑπτά, ὅσων μήπω τις τῶν ὑπελθόντων τὸ μαντεῖον, φέρων βιβλίον προσφορώτατον τῇ ἐρωτήσει. μὲν γὰρ κατῆλθεν εἰπὼντίνα, Τροφώνιε, καὶ σὺ τὴν ἀρτιωτάτην καὶ καθαρωτάτην φιλοσοφίαν ἡγῇ;’ τὸ δὲ βιβλίον τὰς Πυθαγόρου εἶχε δόξας, ὡς καὶ τοῦ μαντείου τῇ σοφίᾳ ταύτῃ ξυντιθεμένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: