Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, ‘πέπαυσο’ εἶπεν ‘Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί.’ ἐπιδιδόντος δὲ [p. 333] τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν ‘εἴθε’ ἔφη ‘καὶ ἐν Παναθηναίοις’ ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφ᾽ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπ᾽ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.