previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ πλέωμεν.’ καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπ᾽ αὐτοῖς ἔχοντα θαρρεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν, ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγένοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτ᾽ ἐπὶ Συρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελάγους ἀφίκοντο δι᾽ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφ᾽ ὧν ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικελικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δ᾽ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ [p. 332] ἐρρῶσθαι λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀνθρωπείας ἐπ᾽ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δ᾽ ἑλχθῆναι ζῶντα καταπαγέντων ἐς τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δ᾽ ἐῶσθαι ἐς βάραθρον, οἱ δ᾽ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδ᾽ ἐπ᾽ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει Ἑλλάς, ὡς ἐπ᾽ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων, Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλ᾽ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησόμενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέρων ἀκροάσασθαι ᾤοντο, οἱ δ᾽ ἄπειροι αὐτοῦ δεινὸν ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλ᾽ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δ᾽ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστηρίῳ, διέκειτο μὲν Ἑλλὰς οὐ πόρρω τοῦ προσκυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα δι᾽ αὐτὸ μάλιστα τὸ μηδ᾽ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: