Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δ᾽ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτ᾽ ἄρ᾽ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν: τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δ᾽ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.