previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολλωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν Ῥώμην, ἐρᾶν δ᾽ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ [p. 295] παρὰ πάντας, τοὺς δ᾽ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀντερᾶν ἐκείνῳ δεδιέναι. ἀλλ᾽ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν χρημάτων ἵππων τοιῶνδε δελεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαινῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, δὲ μειζόνων ἀξιωθεὶς ἂν ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο, οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε. καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάρρει: ξυνεὶς οὖν Ἀπολλώνιοςσὺ μὲν οὐδ᾽ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι,’ ἔφηκαθάπερ ἡμεῖς οἱ δεινοί.’ ‘καὶ ἀποθανοῦμαί γε,’ εἶπετὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφ᾽ ἡμῶν νόμοι.’ ‘καὶ οἱ ἐπὶ Θησέως,’ εἶπετὸν γὰρ Ἱππόλυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ πατὴρ αὐτός.’ ‘κἀμὲεἶπεν πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν, ἀλλ᾽ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα βασιλεὺς κακῶς εἶδεν.’ δ᾽ ὥσπερ οὐ ξυνιείς, λέγει, ‘εἰπέ μοι,’ ἔφημειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε βασιλεὺς καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, στρεβλὸν τὴν ῥῖνα καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, τὴν κόμην ἕτερόν τι παρ᾽ ἐστιν; ἔστι δ᾽, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέπειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρονοῦσα. τί οὖν ἕτερον τούτων βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπ᾽ αὐτοῦ λέγεις ὀφθῆναι;’ ‘αὐτό με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ [p. 296] φείδεται ὧν ἐπαινεῖ, ἀλλ᾽ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες.’ ἀγασθεὶς δ᾽ αὐτὸν Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο μή, καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δ᾽ αὐτὸν ὧδε: ‘κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους;’ ‘νὴ Δί᾽,’ ἔφηπολλούς γε.’ ‘τούτων οὖνεἶπετίνα ἡγῇ σεαυτόν;’ ‘ὅνγε,’ ἔφηοἱ νόμοι, δεσπότης γὰρ αὐτῶν εἰμι.’ ‘δεσποτῶν δ᾽,’ εἶπενὑπηκόους εἶναι δούλους χρὴ ἀπαξιοῦν, δοκεῖ τοῖς τοῦ σώματος κυρίοις;’ δ᾽ ἐνθυμηθεὶς ἐς οἵαν ἀπόκρισιν περιάγοιτο μὲν τῶν τυράννων ἰσχὺςἔφηὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, δι᾽ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δ᾽ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυλον.’ ‘πῶς;’ εἶπεπρὸς ἐραστὴν γὰρ λόγος κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν.’ ‘τὸν τράχηλονἔφηὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει.’ ἐπαινέσας δὲ αὐτὸν ἈπολλώνιοςἈρκάδα σεἔφηὁρῶ.’ καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ ἥδιον ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδ᾽ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμονίοις νικῶντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: