previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμινἐμοὶ μὲνἔφητὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ τὴν θάλατταν, ἐν ἐστιν Καλυψοῦς νῆσος, ἐπιφανέντα γάρ με ἐκεῖ ὄψει.’ ‘ζῶνταἔφη Δάμις τί;’ γελάσας δὲ Ἀπολλώνιοςὡς μὲν ἐγὼ οἶμαι, ζῶντα,’ εἶπενὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα.’ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτ᾽ ἀπογιγνώσκων ὡς ἀπολουμένου μήτ᾽ εὔελπις ὡς οὐκ ἀπολεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥαγὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορθμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέλευσεν αὐτὸν πεζῇ κομίζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: