Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ μεσημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα: ‘ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμωτήριον ξυγχωρεῖ οἰκεῖν, ἔστ᾽ ἄν ᾖ ἡ ἀπολογία, ἐς [p. 294] ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην.’ ‘τίς οὖν’ ἔφη ‘ὁ μετασκευάσων με ἐνθένδε;’ ‘ἐγώ,’ εἶπε ‘καὶ ἕπου.’ καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδ᾽ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πατρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφ᾽ ἡλικίας ἀφερμηνεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον καὶ ὡμολόγουν ταῦτα, ὁ δ᾽ οὐκ ἐπαύετο ἀεί τι ξυμβουλεύων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.