previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκεῖνα, ἐπεὶ μὴ ὁμόσε χωρῶν, ἀλλὰ τὸν Βίνδικα ἐπιρρωννὺς καὶ τὸν Τιγελλῖνον ἐκπλήττων σαθροτέραν τὴν τυραννίδα ἐποίει, καί τις ἀναφύεται [p. 257] λόγος ἀλαζὼν ἐνταῦθα, ὡς οὐδὲν γενναῖον ἐπιθέσθαι Νέρωνι ψαλτρίας τινὸς αὐλητρίδος βίον ζῶντι: ἀλλὰ περί γε Δομετιανοῦ τί φήσουσιν; ὃς τὸ μὲν σῶμα ἔρρωτο, ἡδονὰς δὲ τὰς μὲν ἐξ ὀργάνων τε καὶ κτύπων τὰς τὸ θυμοειδὲς ἀπομαραινούσας παρῃτεῖτο, τὰ δὲ ἑτέρων ἄχη καὶ τι ὀλοφύραιτό τις, ἐς τὸ εὐφραῖνον εἷλκε, τὴν δ᾽ ἀπιστίαν δήμων μὲν ἐκάλει πρὸς τοὺς τυράννους φυλακτήριον, τυράννων δὲ πρὸς πάντας, τὴν δὲ νύκτα πάντων μὲν ἔργων ἠξίου παύειν βασιλέα, φόνων δὲ ἄρχειν, ὅθεν ἠκρωτηριάσθη μὲν βουλὴ τοὺς εὐδοκιμωτάτους, φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δ᾽ ἐς λόγους ἀπενεχθῆναι ξυμβούλους τῶν ἁμαρτημάτων. δ᾽, ὥσπερ τῷ Σοφοκλεῖ πεποίηται πρὸς τὸν Οἰδίπουν Τειρεσίας ὑπὲρ ἑαυτοῦ λέγων

οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
οὕτω τὴν σοφίαν δέσποιναν πεποιημένος ἐλεύθερος ἦν τῆς Δομετιανοῦ φορᾶς τὰ Τειρεσίου τε καὶ Σοφοκλέους ἑαυτῷ ἐπιθεσπίσας καὶ δεδιὼς μὲν οὐδὲν ἴδιον, δὲ ἑτέρους ἀπώλλυ, ἐλεῶν, ὅθεν ξυνίστη ἐπ᾽ αὐτὸν νεότητά τε, ὁπόσην βουλὴ εἶχε, καὶ ξύνεσιν, ὁπόση περὶ ἐνίους αὐτῶν ἑωρᾶτο, φοιτῶν ἐς τὰ ἔθνη καὶ φιλοσοφῶν πρὸς τοὺς ἡγεμόνας, ὡς οὔτε ἀθάνατος τῶν τυράννων ἰσχὺς αὐτῷ τε τῷ φοβεροὶ δοκεῖν ἁλίσκονται μᾶλλον. διῄει δὲ αὐτοῖς καὶ τὰ Παναθήναια τὰ Ἀττικά, ἐφ᾽ οἷς Ἁρμόδιός τε καὶ Ἀριστογείτων ᾄδονται, καὶ τὸ ἀπὸ Φυλῆς ἔργον, καὶ τριάκοντα ὁμοῦ τυράννους εἷλε, καὶ τὰ Ῥωμαίων δὲ αὐτῶν διῄει πάτρια, ὡς κἀκεῖνοι δῆμος τὸ ἀρχαῖον ὄντες τὰς τυραννίδας ἐώθουν ὅπλοις. [p. 258]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: