previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ εὐηθέστεροι τῶν ἀνθρώπων ἐς τοὺς γόητας ἀναφέρουσι ταῦτα, πεπόνθασι δ᾽ αὐτὸ ἐς πολλὰ τῶν ἀνθρωπείων: δέονται μὲν γὰρ αὐ̔τῶν̓τῆς ῾τέχνησ᾽ ἀθληταί, δέονται δὲ ἀγωνισταὶ πάντες διὰ τὸ νικᾶν γλίχεσθαι, καὶ ξυλλαμβάνει μὲν αὐτοῖς ἐς τὴν νίκην οὐδέν, δὲ ἀπὸ τύχης νικῶσι, ταῦθ᾽ οἱ κακοδαίμονες αὑτοὺς ἀφελόμενοι λογίζονται τῇ τέχνῃ ταύτῃ, ἀπιστοῦσι δ᾽ αὐτῇ οὐδ᾽ οἱ ἡττώμενοι σφῶν, ‘εἰ γὰρ τὸ δεῖνα ἔθυσα καὶ τὸ δεῖνα ἐθυμίασα, οὐκ ἂν διέφυγέ με νίκητοιαῦτα [p. 293] λέγουσι καὶ τοιαῦτα οἴονται. φοιτᾷ δὲ καὶ ἐπὶ θύρας ἐμπόρων κατὰ ταὐτά, καὶ γὰρ δὴ κἀκείνους εὕροιμεν ἂν τὰ μὲν εὐτυχήματα τῆς ἐμπορίας λογιζομένους τῷ γόητι, τὰ δὲ ἄτοπα τῇ αὑτῶν φειδοῖ καὶ τῷ μὴ ὁπόσα ἔδει θῦσαι. ἀνῆπται δὲ τέχνη τοὺς ἐρῶντας μάλιστα, νοσοῦντες γὰρ εὐπαράγωγον οὕτω νόσον, ὡς καὶ γραιδίοις ὑπὲρ αὐτῆς διαλέγεσθαι, θαυμαστόν, οἶμαι, οὐδὲν πράττουσι προσιόντες τοῖς σοφισταῖς τούτοις καὶ ἀκροώμενοι σφῶν τὰ τοιαῦτα, οἳ κεστόν τε αὐτοῖς φέρειν διδοῦσι καὶ λίθους, τοὺς μὲν ἐκ τῶν τῆς γῆς ἀπορρήτων, τοὺς δὲ ἐκ σελήνης τε καὶ ἀστέρων ἀρώματά τε ὁπόσα Ἰνδικὴ κηπεύει, καὶ χρήματα μὲν αὐτοὺς λαμπρὰ ὑπὲρ τούτων πράττονται, ξυνδρῶσι δὲ οὐδέν. ἢν μὲν γὰρ παθόντων τι τῶν παιδικῶν πρὸς τοὺς ἐρῶντας δώροις ὑπαχθέντων προβαίνῃ τὰ ἐρωτικά, ὑμνεῖται τέχνη ὡς ἱκανὴ πάντα, εἰ δ᾽ ἀποτυγχάνοι πεῖρα, ἐς τὸ ἐλλειφθὲν ἀναφορά, μὴ γὰρ τὸ δεῖνα θυμιᾶσαι, μηδὲ θῦσαι τῆξαι, τουτὶ δὲ μέγα εἶναι καὶ ἄπορον. οἱ μὲν οὖν τρόποι, καθ᾽ οὓς καὶ διοσημίας καὶ ἕτερα πλείω τερατεύονται καὶ ἀναγεγράφαταί τισιν, οἳ ἐγέλασαν πλατὺ ἐς τὴν τέχνην, ἐμοὶ δ᾽ ἀποπεφάνθω μηδ᾽ ἐκείνοις ὁμιλεῖν τοὺς νέους, ἵνα μηδὲ παίζειν τὰ τοιαῦτα ἐθίζοιντο. ἀποχρῶσα ἐκτροπὴ τοῦ λόγου: τί γὰρ ἂν πλείω καθαπτοίμην τοῦ πράγματος, καὶ φύσει διαβέβληται καὶ νόμῳ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: