previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποιοῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύοντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκπλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸςΑἰλιανέ,’ εἶπεδαίμονά μοι ἐπεσήγαγες.’ ἀλλ᾽ οὔτε ἐκπλαγεὶς Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσενἐγὼ δὲἔφητὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασιλεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφ᾽ ἧς οἱ ἄνθρωποι χεῖρον βλέπουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν [p. 287] ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δ᾽ οὔπω θεὸς ἐκάθηρεν, βασιλεῦ, τὴν κάθαρσιν ταύτην: μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις.’ ‘σὺ δέ,’ εἶπεν φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην;’ ‘πάλαιἔφηκἀξ ὅτου φιλοσοφῶ.’ ‘πῶς οὖνεἶπετοὺς ἐμοὶ πολεμιωτάτους ἄνδρας θεοὺς ἐνόμισας;’ ‘καὶ τίςἔφηπρὸς Ἰάρχαν σοι πόλεμος πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;’ ‘μὴ ἄπαγε ἐς Ἰνδούς,’ εἶπενἀλλ᾽ ὑπὲρ τοῦ φιλτάτου σοι Νερούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε.’ ‘ἀπολογῶμαι ὑπὲρ αὐτοῦἔφητι ’ — ‘μὴ ἀπολογοῦεἶπενἀδικῶν γὰρ εἴληπται, ἀλλ᾽ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε.’ ‘εἰ, ξύνοιδα,’ ἔφηἀκοῦσαι βούλει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι;’ μὲν δὴ βασιλεὺς ἀπορρήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, δ᾽ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύτης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: