Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν ‘κελεύει σε ὁ βασιλεὺς,’ ἔφη ‘ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλ᾽ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ.’ ‘τί οὖν’ εἶπεν ‘ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ;’ ‘οὐ γὰρ σὺ’ ἔφη ‘Ἀπολλώνιος;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ὁ Τυανεύς γε.’ ‘πρὸς τίνα οὖν’ ἔφη ‘ταῦτα εἴπω;’ ‘πρὸς τοὺς ἄξοντάς με,’ εἶπε ‘χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν.’ ‘προστέτακται’ ἔφη ‘προτέροις [p. 284] γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.