previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυνέπεσεν, οὔπω μεγάλα, οὐδ᾽ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα: ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴνποῦἔφη Τυανεύς;’ καὶ ἀπολαβὼν αὐτὸναὔριονἔφηδιαλέξεταί σοι βασιλεύς: Αἰλιανοῦ δὲ ταῦτα ἀκηκοέναι δόκει.’ ‘ξυνίημι δ᾽ ὃςτοῦ ἀπορρήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό.’ ‘καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηταιἔφηπᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι.’ ‘καλῶς μὲν ποιοῦντες ὑμεῖς,’ εἶπενἐγὼ δὲ καὶ τὸν ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγομαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δ᾽ [p. 283] οὐδενός.’ ‘οὐδὲ τοῦ ξυμβουλεύσοντος,’ ἔφηἈπολλώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ;’ ‘νὴ Δί᾽εἶπενεἰ μὴ κολακεύειν πείθοι.’ ‘τί δ᾽, εἰ μὴ ὑπερορᾶν,’ ἔφη, ‘μηδ᾽ ὑπερφρονεῖν αὐτοῦ;’ ‘ἄρισταεἶπεξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα.’ ‘ὑπὲρ τούτων μὲν ἥκωἔφηκαὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, δ᾽ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δ᾽ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια.’ καὶ ἈπολλώνιοςὈδυσσεὺς μέντοιἔφηπαριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακηκοὼς πρότερον, μηδ᾽ οἷα σιτεῖται, μηδ᾽ ὡς βροντᾷ φωνή, ἐθάρρησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελθεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταίρους, ὑπὲρ ὧν κινδυνεύω.’ τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: