previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ ἐγένοντο αὐτοί, ‘ἐγώ,’ ἔφη Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς πατὴρ τοῦ βασιλέως ἐπ᾽ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δ᾽ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δ᾽ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, [p. 273] τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δ᾽ ὅπως εὔνους εἰμί, δεδήλωκα, γὰρ εἰπὼν ἀφ᾽ ὧν εἴρηκά που τὸ μηδ᾽ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστ᾽ ἂν τὸ ἐκείνων μεμνῆσθαι τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπ᾽ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ: τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ᾽ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, μὴ δεῖ, πράττει δ᾽ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδ᾽ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: