previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτοις μὲν δὴ διῆγεν Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δ᾽ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέντος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην μὲν Αἰλιανὸςτῷ βασιλείῳ δικαστηρίῳἔφησαυτόν τε καὶ τὰ τούτου φύλαττε,’ δ᾽ Ἀπολλώνιοςεἰ μὲν γόηςἔφηἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό.’ βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν Αἰλιανὸςἐμοὶεἶπενἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικαστηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει βασιλεύς.’ παρελθὼν οὖν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶταιχωρεῖτεἔφηἐνθένδε καὶ μηδεὶς ἐπακροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: