previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡττηθεὶς δ᾽ Δάμις τῶν τοῦ Δημητρίου λόγωνἀλλὰ σύ γεἔφηφίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη, μηδ᾽ ἀναρριπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπωτέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα, εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἐφ᾽ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ Σικελικὰ μὲν πελάγη καὶ Τυρρηνοὺς κόλπους ἀναμετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προρρήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρωτῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δ᾽ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δ᾽ οὐδὲν οἶδα, ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός: εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρατιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπομαι, [p. 265] εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δ᾽ αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρόπαιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθ᾽ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δ᾽ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγενομένους, ὡς μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, δ᾽ ἐπέρρωσε λέγοντα, δ᾽ ἐνέδωκε λέξαι τι, δ᾽ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δ᾽ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄνδρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: