previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα Δάμις ἤρετο ἰδίᾳ: ‘οἱ Γυμνοὶ οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι;’ ‘πολλὰἔφηκαὶ μεγάλα.’ ‘καὶ μὴν οὐ σοφὰεἶπεναὐτῶν, γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ σοφίας, ὄγκῳ δ᾽ ἐπ᾽ αὐτὸν χρήσασθαι τί φῶ οὐκ [p. 212] οἶδα τῦφον,’ ἔφη ἑταῖρε.’ ‘τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύντας ἦσαν: πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτ᾽ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμπρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δ᾽ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ.’ καὶ Δάμιςτί λέγεις, μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ,’ ‘καὶ πρός γεεἶπεδιήγαγον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε.’ ‘τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν,’ ἔφη Δάμις ἀναβοήσας τε καὶ σχετλιάσαςἔοικε γὰρ πεπανουργῆσθαί τι.’ ὑπολαβὼν οὖν Τιμασίων μὲν ἀνήρ,’ ἔφηὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ ἀπορρήτου, σὺ δ᾽, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ.’ ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι Τυανεὺς εἴηξυνείληφαςἔφητὸ πρᾶγμα: Θρασύβουλος γὰρ καταπλέων μετ᾽ ἐμοῦ τὸν Νεῖλον ἐρομένῳ μοι ἐφ᾽ τι ἀναβαίη ἐνταῦθα, σοφίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς διαβολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαίδευτον. ἐγὼ δ᾽ ἄν, ὡς διάκεινται, μάθοιμι προσειπὼν τοὺς ἄνδρας, φίλοι γάρ.’ καὶ ἐπανῆλθε περὶ δείλην Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δ᾽ ἀπαγγέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν. [p. 213]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: