Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλ᾽ ἀφιλοτιμότερον [p. 211] τοῦ φιλοσοφίᾳ προσήκοντος: ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπ᾽ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.