previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφ᾽ αἷς ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: