previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνδρὶ δὲ ἐντυχόντες ἐσταλμένῳ τρόπον, ὅνπερ οἱ Μεμφῖται καὶ ἀλύοντι μᾶλλον ξυντείνοντι ἤροντο οἱ περὶ τὸν Δάμιν, ὅστις εἴη καὶ ῾δἰ τι πλανῷτο, καὶ Τιμασίωνἐμοῦἔφηπυνθάνεσθε, ἀλλὰ μὴ τούτου, οὗτος μὲν γὰρ οὐκ ἂν εἴποι πρὸς ὑμᾶς τὸ ἑαυτοῦ πάθος αἰδοῖ τῆς ξυμφορᾶς, κέχρηται, ἐγὼ δέ, γιγνώσκω γὰρ τὸν ἄνδρα καὶ ἐλεῶ, λέξω τὰ περὶ αὐτὸν πάντα: ἀπέκτεινε γὰρ Μεμφίτην τινὰ ἄκων, κελεύουσι δ᾽ οἱ κατὰ Μέμφιν νόμοι τὸν φεύγοντα ἐπ᾽ ἀκουσίῳ, δεῖ δὲ φεύγειν, ἐπὶ τοῖς Γυμνοῖς εἶναι, κἂν ἐκνίψηται τοῦ φόνου, χωρεῖν ἐς ἤθη καθαρὸν ἤδη, βαδίσαντα πρότερον ἐπὶ τὸ τοῦ πεφονευμένου σῆμα καὶ σφάξαντά τι ἐκεῖ οὐ μέγα. τὸν δὲ χρόνον, ὃν οὔπω τοῖς Γυμνοῖς ἐνέτυχεν, ἀλᾶσθαι χρὴ περὶ ταυτὶ τὰ ὅρια, ἔστ᾽ ἂν αἰδέσωνται αὐτόν, ὥσπερ ἱκέτην.’ ἤρετο οὖν τὸν Τιμασίωνα Ἀπολλώνιος, πῶς οἱ Γυμνοὶ περὶ τοῦ φεύγοντος ἐκείνου φρονοῦσιν, δὲοὐκ οἶδα,’ εἶπεμῆνα γὰρ τουτονὶ ἕβδομον ἱκετεύει δεῦρο καὶ οὔπω λύσις.’ ‘οὐ σοφοὺς λέγεις ἄνδρας,’ ἔφηεἰ μὴ καθαίρουσιν αὐτόν, μηδὲ γιγνώσκουσιν, ὅτι Φιλίσκος, ὃν ἀπέκτεινεν οὗτος, ἀνέφερεν ἐν Θαμοῦν τὸν Αἰγύπτιον, ὃς ἐδῄωσέ ποτε τὴν τῶν Γυμνῶν χώραν.’ θαυμάσας οὖν Τιμασίωνπῶςἔφηλέγεις;’ ‘ὥς γεεἶπεν, ‘ μειράκιον, καὶ πέπρακται: Θαμοῦν γάρ ποτε νεώτερα ἐπὶ Μεμφίτας πράττοντα ἤλεγξαν οἱ Γυμνοὶ καὶ ἔσχον, δὲ ὁρμῆς ἁμαρτὼν ἔκειρε πᾶσαν, ἣν οὗτοι νέμονται, λῃστρικῶς γὰρ περὶ Μέμφιν ἔρρωτο: τούτου Φιλίσκον, ὃν οὗτος ἀπέκτεινεν, ὁρῶ [p. 210] ἔκγονον τρίτον ἀπὸ δεκάτου, κατάρατον δηλαδὴ τούτοις, ὧν Θαμοῦς τότε διεπόρθει τὴν χώραν: καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δ᾽ εἰργασμένου μὴ καθῆραι;’ ἐκπλαγὲν οὖν τὸ μειράκιονξένε,’ εἶπετίς εἶ;’ καὶ Ἀπολλώνιοςὃν ἂνἔφηπαρὰ τοῖς Γυμνοῖς εὕροις. ἐπεὶ δὲ οὔπω μοι ὅσιον προσφθέγξασθαι τὸν ἐν τῷ αἵματι, κέλευσον αὐτόν, μειράκιον, θαρρεῖν, ὡς αὐτίκα δὴ καθαρεύσοντα, εἰ βαδίσειεν οὗ καταλύω.’ ἀφικομένῳ δὲ ἐπιδράσας ὅσα Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας ὑπὲρ καθαρσίων νομίζουσιν, ἐκέλευσεν ἐς ἤθη στείχειν ὡς καθαρὸν ἤδη τῆς αἰτίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: