Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀριστερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημάτων, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι θύσοντες, ξυνέφερον δ᾽ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι: δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους καὶ παρελθὼν ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πεποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνιμάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.