previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα διαλεγόμενος καὶ ξυμβούλους τῶν διαλέξεων, ὥσπερ εἰώθει, ποιούμενος τοὺς καιροὺς ἐχώρει ἐπὶ Μέμνονος, ἡγεῖτο δ᾽ αὐτοῖς μειράκιον Αἰγύπτιον, ὑπὲρ οὗ τάδε ἀναγράφει Δάμις: Τιμασίων μὲν τῷ μειρακίῳ τούτῳ ὄνομα ἦν, ἐφήβου δὲ [p. 206] ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐνέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ Φαίδρα, διαβάλλουσα δ᾽ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλλον γυναίοις χαίροντα. δ᾽ ἐκλιπὼν Ναύκρατιν, ἐκεῖ γὰρ ταῦτα ἐγίγνετο, περὶ Μέμφιν διῃτᾶτο, καὶ ναῦν δὲ ἰδιόστολον ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδὼν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον καταπλέων αὐτὸς ξυνῆκέ τε, ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναί οἱ τῆς τοῦ πλοῦ κοινωνίας ἐρῶντι σοφίας, δ᾽ Ἀπολλώνιοςσώφρωνἔφη νεανίσκος, ἄνδρες, καὶ ἀξιούσθω ὧν δεῖται,’ καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῄεσαν αἱ νῆες, μεταβὰς Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι ὑπὲρ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν Ἀπολλώνιος κατ᾽ ὀφθαλμοὺς αὐτοῦ ἱζῆσαιμειράκιονἔφηΑἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον τί χρηστὸν εἴργασται, λέξον, ὡς τῶν μὲν λύσις παρ᾽ ἐμοῦ γένοιτό σοι δι᾽ ἡλικίαν, τῶν δ᾽ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε.’ ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβάλλοντα τὴν ὁρμὴν τοῦ στόματος ἐς τὸ λέξαι τι μή, θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος, ἀναθαρσήσας δὲ Τιμασίων θεοί,’ ἔφητίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὐκ εἰμί, ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα, τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος.’ καὶ Ἀπολλώνιοςβαβαί,’ ἔφημειράκιον, [p. 207] ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ, ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ᾽ ῾εἰπἒ ὅπως ταῦτα δοξάζεις, κἀξ ὅτου; φυλαξομένῳ γάρ τι ἁμαρτεῖν ἔοικας.’ ἐπεὶ δὲ ἀρξαμένου λέγειν, ὡς μητρυιὰ μὲν ἐπ᾽ αὐτὸν φέροιτο, αὐτὸς δ᾽ ἐρώσῃ ἐκσταίη, βοὴ ἐγένετο, ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος, ὑπολαβὼν Τιμασίων λῷστοι,’ ἔφητί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύματος, ὅσον, οἶμαι, γέλωτος.’ καὶ Δάμιςἕτερόν τιἔφηἐθαυμάσαμεν, μήπω γιγνώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι.’ ‘Ἀφροδίτῃ δὲ θύεις, μειράκιον;’ ἤρετο Ἀπολλώνιος, καὶ Τιμασίων, ‘νὴ Δί᾽,’ εἶπεν, ‘ὁσημέραι γε, πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν ῾ἐν᾽ ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν.’ ὑπερησθεὶς οὖν Ἀπολλώνιος, ‘ψηφισώμεθα,’ ἔφη ἄνδρες, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου τοῦ Θησέως, μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τουτὶ ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ᾽ αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλ᾽ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας, οὑτοσὶ δὲ ἡττᾶσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ᾽ ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο, καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντιναδὴ τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης, σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν εὖ λέγειν καὶ ταῦτα Ἀθήνησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται.’ τοσαῦτα ἐς τὸν Τιμασίωνα αὐτῷ ἐσπουδάσθη. πλὴν ἀλλὰ Ἱππόλυτόν γε ἐκάλει αὐτὸν διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν. ἐδόκει δὲ καὶ τοῦ [p. 208] σώματος ἐπιμεληθῆναι καὶ γυμναστικῆς ἐπαφροδίτως ἅψασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: