Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια: οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπ᾽ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.